ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1

يوحنا 1

Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ λόγος.
في البدء كان الكلمة، والكلمة كان عند الله، والكلمة كان الله.
οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν.
وكان هذا في البدء عند الله.
πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν.
كل شيء به كان، وبدونه لم يكن شيء مما كان.
ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων,
فيه كانت الحياة، والحياة كانت نور الناس،
καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν.
والنور يضيء في الظلمة، والظلمة لم تسيطر عليه.
ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης
فكان هناك إنسان مرسَل من الله، واسمه يوحنا
οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσι δι’ αὐτοῦ.
وقد جاء هذا ليشهد، ليشهد عن النور، لكي يؤمن الجميع بواسطته.
οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ’ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός.
لم يكن هو النور، بل جاء ليشهد للنور.
ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον.
كان النور الحقيقي، الذي ينير كل إنسان يأتي إلى العالم.
ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω.
كان في العالم، والعالم صار بواسطته، لكن العالم لم يعرفه.
εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον.
لقد جاء إلى خاصته، لكن خاصته لم تقبله.
ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ·
أما الذين قبلوه، أعطاهم سلطانًا أن يصيروا أبناء الله، للذين يؤمنون باسمه؛
οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκός, οὐδὲ ἐκ θελήματος ἀνδρός, ἀλλ’ ἐκ Θεοῦ ἐγεννήθησαν.
الذين لم يولدوا من دم، ولا من إرادة الجسد، ولا من إرادة رجل، بل من الله وُلدوا.
καὶ ὁ λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας.
وقد صار الكلمة جسداً، وسكن بيننا، ورأينا مجده، مجدًا كالمولود الوحيد من الآب، ممتلئًا نعمةً وحقًّا.
Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ, καὶ κέκραγε λέγων, Οὗτος ἦν ὃν εἶπον, ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν· ὅτι πρῶτός μου ἦν.
يشهد يوحنا عنه، وصرخ قائلاً: «هذا هو الذي قلت عنه: «الذي يأتي من ورائي قد صار أمامي»، لأنه كان قبلي».
καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος
ومن ملئه أخذنا جميعاً، نعمةً فوق نعمة
ὅτι ὁ νόμος διὰ Μωσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.
فقد أُعطِيَ الناموس عن طريق موسى، أما النعمة والحق فقد جاءا عن طريق يسوع المسيح.
Θεὸν οὐδεὶς ἑώρακε πώποτε· ὁ μονογενὴς υἱός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός ἐκεῖνος ἐξηγήσατο.
لم ير أحد الله قط؛ الابن الوحيد، الذي هو في حضن أبيه، هو الذي شرح ذلك.
Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Ἰωάννου, ὅτε ἀπέστειλαν οἱ Ἰουδαῖοι ἐξ Ἱεροσολύμων ἱερεῖς καὶ Λευΐτας ἵνα ἐρωτήσωσιν αὐτόν, Σὺ τίς εἶ;
وهذا هو شهادة يوحنا، عندما أرسل اليهود من أورشليم كهنة ولاويين ليسألوه: «من أنت؟»
καὶ ὡμολόγησε, καὶ οὐκ ἠρνήσατο· καὶ ὡμολόγησεν ὅτι Οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός.
فاعترف ولم ينكر؛ واعترف بأنه ليس هو المسيح.
καὶ ἠρώτησαν αὐτόν, Τί οὖν; Ἠλίας εἶ σύ; καὶ λέγει, Οὐκ εἰμί. Ὁ προφήτης εἶ σύ; καὶ ἀπεκρίθη, Οὔ.
فسألوه: «ماذا إذن؟ هل أنت إيليا؟» فقال: «لستُ». «هل أنت النبي؟» فأجاب: «لا».
εἶπον οὖν αὐτῷ, Τίς εἶ; ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς τί λέγεις περὶ σεαυτοῦ;
فقلنا له: «من أنت؟» لكي نرد على الذين أرسلونا، ماذا تقول عن نفسك؟
ἔφη, Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, Εὐθύνατε τὴν ὁδὸν Κυρίου, καθὼς εἶπεν Ἠσαΐας ὁ προφήτης.
فقال: «أنا صوت صارخ في البرية: «أعدوا طريق الرب»، كما قال النبي إشعياء.
καὶ οἱ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων.
وكان المرسلون من الفريسيين.
καὶ ἠρώτησαν αὐτόν, καὶ εἶπον αὐτῷ, Τί οὖν βαπτίζεις, εἰ σὺ οὐκ εἶ ὁ Χριστός, οὔτε Ἠλίας, οὔτε ὁ προφήτης;
فسألوه، وقالوا له: «فماذا تعمد إذاً، إن لم تكن أنت المسيح، ولا إيليا، ولا النبي؟»
ἀπεκρίθη αὐτοῖς ὁ Ἰωάννης, λέγων, Ἐγὼ βαπτίζω ἐν ὕδατι· μέσος δὲ ὑμῶν ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε
فأجابهم يوحنا قائلاً: «أنا أعمد بالماء؛ ولكن بينكم يقف من لا تعرفونه».
αὐτός ἐστιν ὁ ὀπίσω μου ἐρχόμενος, ὃς ἔμπροσθέν μου γέγονεν· οὗ ἐγὼ οὐκ εἰμὶ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος.
«هذا هو الآتي من ورائي، الذي صار أمامي؛ الذي لستُ مستحقاً أن أحل حزام حذائه.
ταῦτα ἐν Βηθαβαρᾶ ἐγένετο πέραν τοῦ Ἰορδάνου, ὅπου ἦν Ἰωάννης βαπτίζων.
وقد حدث هذا في بيت فارة، عبر نهر الأردن، حيث كان يوحنا يعمد.
Τῇ ἐπαύριον βλέπει ὁ Ἰωάννης τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει, Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.
وفي اليوم التالي رأى يوحنا يسوع قادمًا إليه، فقال: «ها هو حمل الله، الذي يرفع خطيئة العالم».
οὗτός ἐστι περὶ οὗ ἐγὼ εἶπον, Ὀπίσω μου ἔρχεται ἀνὴρ, ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν.
هذا هو الذي قلت عنه: «يأتي ورائي رجل، وقد صار أمامي، لأنه كان قبلي».
κἀγὼ οὐκ ᾔδειν αὐτόν· ἀλλ’ ἵνα φανερωθῇ τῷ Ἰσραήλ, διὰ τοῦτο ἦλθον ἐγὼ ἐν τῷ ὕδατι βαπτίζων.
وأنا لم أكن أعرفه؛ ولكن لكي يُعلن لإسرائيل، لهذا السبب جئتُ لأعمد في الماء.
καὶ ἐμαρτύρησεν Ἰωάννης, λέγων ὅτι Τεθέαμαι τὸ Πνεῦμα καταβαῖνον ὡσεὶ περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ’ αὐτόν.
وشهد يوحنا، قائلًا: «رأيتُ الروحَ ينزل كحمامةٍ من السماء، ويثبت عليه».
κἀγὼ οὐκ ᾔδειν αὐτόν· ἀλλ’ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν, Ἐφ’ ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον καὶ μένον ἐπ’ αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι Ἁγίῳ.
وأنا لم أكن أعرفه؛ لكن الذي أرسلني لأعمد بالماء، قال لي: «الذي ترى الروح القدس ينزل عليه ويبقى عليه، فهذا هو الذي يعمد بالروح القدس».
κἀγὼ ἑώρακα, καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ.
وأنا رأيت وشهدت أن هذا هو ابن الله.
Τῇ ἐπαύριον πάλιν εἱστήκει ὁ Ἰωάννης, καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο·
وفي اليوم التالي، وقف يوحنا مرة أخرى، ومعه اثنان من تلاميذه؛
καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι, λέγει, Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ.
ولما نظر إلى يسوع وهو يمشي، قال: «ها هو حمل الله».
καὶ ἤκουσαν αὐτοῦ οἱ δύο μαθηταὶ λαλοῦντος, καὶ ἠκολούθησαν τῷ Ἰησοῦ.
فسمع التلميذان يسوع يتكلم، فتبعاه.
στραφεὶς δὲ ὁ Ἰησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας, λέγει αὐτοῖς, Τί ζητεῖτε; οἱ δὲ εἶπον αὐτῷ, Ῥαββί ὃ λέγεται ἑρμηνευόμενον, Διδάσκαλε, ποῦ μένεις;
فالتفت يسوع ونظر إليهم وهم يتبعونه، فقال لهم: «ماذا تبحثون؟» فقالوا له: «يا رابي» — وهي كلمة تعني «يا معلم» — «أين تسكن؟»
λέγει αὐτοῖς, Ἔρχεσθε καὶ ἴδετε. ἦλθον καὶ εἶδον ποῦ μένει· καὶ παρ’ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην· ὥρα δὲ ἦν ὡς δεκάτη.
فقال لهما: «تعاليا وانظرا». فجاءا ورأيا المكان الذي يقيم فيه؛ فأقاموا عنده في ذلك اليوم؛ وكانت الساعة حوالي العاشرة.
ἦν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ Ἰωάννου καὶ ἀκολουθησάντων αὐτῷ.
وكان أندراوس، شقيق سمعان بطرس، أحد الاثنين اللذين سمعا من يوحنا وتبعا.
εὑρίσκει οὗτος πρῶτος τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα, καὶ λέγει αὐτῷ, Εὑρήκαμεν τὸν Μεσσίαν, ὅ ἐστι μεθερμηνευόμενον, ὁ Χριστός.
فوجد هذا أولاً أخاه سمعان نفسه، وقال له: «لقد وجدنا المسيح»، وهو ما يُترجم إلى «المسيح».
καὶ ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν. ἐμβλέψας δὲ αὐτῷ ὁ Ἰησοῦς εἶπε, Σὺ εἶ Σίμων ὁ υἱὸς Ἰωνᾶ· σὺ κληθήσῃ Κηφᾶς, ὃ ἑρμηνεύεται Πέτρος.
فأحضره إلى يسوع. فنظر إليه يسوع وقال: «أنتَ سمعان بن يونا؛ ستُدعى كفاس، وهو ما يُترجم إلى بطرس».
Τῇ ἐπαύριον ἠθέλησεν ὁ Ἰησοῦς ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν, καὶ εὑρίσκει Φίλιππον, καὶ λέγει αὐτῷ, Ἀκολούθει μοι.
وفي اليوم التالي أراد يسوع أن يذهب إلى الجليل، فوجد فيليبس، فقال له: «اتبعني».
ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου.
وكان فيليبس من بيت صيدا، من مدينة أندرياس وبطرس.
εὑρίσκει Φίλιππος τὸν Ναθαναήλ, καὶ λέγει αὐτῷ, Ὃν ἔγραψε Μωσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται εὑρήκαμεν, Ἰησοῦν τὸν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέθ.
فوجد فيليبس نثنائيل، وقال له: «لقد وجدنا الذي كتبه موسى في التوراة والأنبياء، يسوع ابن يوسف الذي من الناصرة.
καὶ εἶπεν αὐτῷ Ναθαναήλ, Ἐκ Ναζαρὲθ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ Φίλιππος, Ἔρχου καὶ ἴδε.
فقال له نثنائيل: «هل يمكن أن يأتي شيء جيد من الناصرة؟» فقال له فيليبس: «تعال وانظر».
εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν, καὶ λέγει περὶ αὐτοῦ, Ἴδε ἀληθῶς Ἰσραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστι.
ورأى يسوع نثنائيل قادمًا إليه، فقال عنه: «ها هو حقاً إسرائيلي، لا غش فيه».
λέγει αὐτῷ Ναθαναήλ, Πόθεν με γινώσκεις; ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν αὐτῷ, Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν συκῆν, εἶδόν σε.
فقال له نثنائيل: «من أين تعرفني؟» فأجابه يسوع وقال له: «قبل أن يناديك فيليبس، وأنت تحت التينة، رأيتك».
ἀπεκρίθη Ναθαναὴλ καὶ λέγει αὐτῷ, Ῥαββί, σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ.
فأجاب نثنائيل وقال له: «يا معلم، أنت ابن الله، أنت ملك إسرائيل».
ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ, Ὅτι εἶπόν σοι, εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; μείζω τούτων ὄψει.
فأجاب يسوع وقال له: «هل تصدق أنني قلت لك: رأيتك تحت التينة؟ سأريك ما هو أعظم من هذا».
καὶ λέγει αὐτῷ, Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἀπ’ ἄρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.
فقال له: «الحق الحق أقول لكم: من الآن فصاعدًا سترون السماء تفتح، وملائكة الله صاعدين ونازلين على ابن الإنسان».
0:00